Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.298 Joseph. AJ 1.302 (English) >>Joseph. AJ 1.307

1.300τοῦ δʼ Ἰακώβου τούτοις συγχωροῦντος ἑπτὰ ἐτῶν χρόνον συντίθεται· τοσάδε γὰρ αὐτῷ κέκριται θητεῦσαι τῷ πενθερῷ, ἵνα τῆς ἀρετῆς πεῖραν δοὺς ἐπιγνωσθῇ μᾶλλον τίς εἴη. καὶ προσδεξάμενος τὸν λόγον Λάβανος τοῦ χρόνου διελθόντος προυτίθει τὴν εὐωχίαν τῶν γάμων. 1.301νυκτὸς δʼ ἐπιγενομένης οὐδὲν προῃσθημένῳ τῷ Ἰακώβῳ παρακατακλίνει τὴν ἑτέραν τῶν θυγατέρων πρεσβυτέραν τε τῆς Ῥαχήλας καὶ τὴν ὄψιν οὐκ εὐπρεπῆ. συνελθὼν δʼ ἐκεῖνος ὑπὸ μέθης καὶ σκότους εἶτα μεθʼ ἡμέραν γνοὺς ἀδικίαν ἐπεκάλει Λαβάνῳ. 1.302 δὲ συγγνώμην ᾐτεῖτο τῆς ἀνάγκης, ὑφʼ ἧς ταῦτα πράξειεν· οὐ γὰρ κατὰ κακουργίαν αὐτῷ τὴν Λείαν παρασχεῖν, ἀλλʼ ὑφʼ ἑτέρου μείζονος νενικημένον. τοῦτο μέντοι γʼ οὐδὲν ἐμποδίζειν πρὸς τὸν Ῥαχήλας γάμον, ἀλλʼ ἐρῶντι δώσειν ταύτην μετʼ ἄλλην ἑπταετίαν. πείθεται δʼ Ἰάκωβος, οὐδὲν γὰρ ἕτερον αὐτῷ ποιεῖν τῆς κόρης ἔρως ἐπέτρεπε, καὶ διελθούσης ἄλλης ἑπταετίας τὴν Ῥαχήλαν παρέλαβεν. 1.303

Ἦσαν δʼ ἑκατέραις θεραπαινίδες τοῦ πατρὸς δόντος Ζελφὰ μὲν Λείας Ῥαχήλας δὲ Βάλλα, δοῦλαι μὲν οὐδαμῶς ὑποτεταγμέναι δέ. καὶ τῆς Λείας ἥπτετο δεινῶς πρὸς τὴν ἀδελφὴν ἔρως τοῦ ἀνδρὸς προσεδόκα τε παίδων γενομένων ἔσεσθαι τιμία ἱκέτευέ τε τὸν θεὸν διηνεκῶς. 1.304καὶ γενομένου παιδὸς ἄρρενος καὶ διὰ τοῦτο πρὸς αὐτὴν ἐπεστραμμένου τοῦ ἀνδρὸς Ῥούβηλον ὀνομάζει τὸν υἱόν, διότι κατʼ ἔλεον αὐτῇ τοῦ θεοῦ γένοιτο· τοῦτο γὰρ σημαίνει τὸ ὄνομα. τεκνοῦνται δὲ αὐτοῖς καὶ τρεῖς ἕτεροι μετὰ χρόνον· Σεμεών, ἀποσημαίνει δὲ τὸ ὄνομα τὸ ἐπήκοον αὐτῇ τὸν θεὸν γεγονέναι, εἶτα Λευίς, κοινωνίας οἷον βεβαιωτής, μεθʼ ὃν Ἰούδας, εὐχαριστίαν τοῦτο δηλοῖ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.298 Joseph. AJ 1.302 (English) >>Joseph. AJ 1.307

Powered by PhiloLogic